Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.40.1 | Hdt. 9.41.4 (English) | >>Hdt. 9.42.4 |
9.41.2 βουλευομένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι , ἡ μὲν Ἀρταβάζου ὡς χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι ἐς τὸ τεῖχος τὸ Θηβαίων , ἔνθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι , κατʼ ἡσυχίην τε ἱζομένους διαπρήσσεσθαι ποιεῦντας τάδε ·
9.41.3 ἔχειν γὰρ χρυσὸν πολλὸν μὲν ἐπίσημον πολλὸν δὲ καὶ ἄσημον , πολλὸν δὲ ἄργυρόν τε καὶ ἐκπώματα · τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς τοὺς Ἕλληνας , Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας ἐν τῇσι πόλισι , καὶ ταχέως σφέας παραδώσειν τὴν ἐλευθερίην · μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας .
9.41.4 τούτου μὲν ἡ αὐτὴ ἐγίνετο καὶ Θηβαίων γνώμη , ὡς προειδότος πλεῦν τι καὶ τούτου , Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ οὐδαμῶς συγγινωσκομένη · δοκέειν τε γὰρ πολλῷ κρέσσονα εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς , συμβάλλειν τε τὴν ταχίστην μηδὲ περιορᾶν συλλεγομένους ἔτι πλεῦνας τῶν συλλελεγμένων , τά τε σφάγια τὰ Ἡγησιστράτου ἐᾶν μηδὲ βιάζεσθαι , ἀλλὰ νόμῳ τῷ Περσέων χρεωμένους συμβάλλειν .
ch. 42
9.42.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.40.1 | Hdt. 9.41.4 (English) | >>Hdt. 9.42.4 |